Γράμμα |
Ἀριθμ. Πρωτ. 218
Μακαριώτατε Ἀρχιεπίσκοπε Ἀθηνῶν καὶ πάσης Ἑλλάδος, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητὲ καὶ περιπόθητε ἀδελφὲ καὶ συλλειτουργὲ τῆς ἡμῶν Μετριότητος κύριε Ἱερώνυμε, Πρόεδρε τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, τὴν Ὑμετέραν σεβασμίαν Μακαριότητα ἀδελφικῶς ἐν Κυρίῳ κατασπαζόμενοι, ὑπερήδιστα προσαγορεύομεν.
Ἐπικοινωνοῦντες διὰ τῶν μετὰ χεῖρας ἀδελφικῶν ἡμῶν Πατριαρχικῶν Γραμμάτων πρὸς τὴν Ὑμετέραν λίαν ἡμῖν ἀγαπητὴν καὶ περισπούδαστον Μακαριότητα καὶ τὴν περὶ Αὐτὴν Ἱερὰν Σύνοδον τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Ἑλλάδος, ἐπιθυμοῦμεν ἵνα καταστήσωμεν Ὑμᾶς κοινωνοὺς τῆς ἣν δοκιμάζει ἡ Μήτηρ Ἐκκλησία ἀγωνίας καὶ θλίψεως ἐκ τῶν δηλώσεων, ἐκδηλώσεων καὶ ἐν γένει κινήσεων ἐντὸς τῶν κόλπων τῆς Ὑμετέρας Ἐκκλησίας, καθ' ἃς ἐκφράζονται θέσεις καὶ ἐκτιμήσεις καὶ ἀπόψεις ἥκιστα συμβιβαζόμεναι πρὸς τὸ Ὀρθόδοξον ἦθος καὶ ἔθος, προκαλοῦσαι εὐρυτέραν ἀπορίαν, ἐγκυμονοῦσαι δὲ καὶ κινδύνους καὶ ἀπροβλέπτους συνεπείας διὰ τὴν ἑνότητα αὐτῆς ταύτης τῆς καθ' Ὑμᾶς Ἐκκλησίας, ἀλλὰ καὶ τῆς Ἁγίας ἡμῶν Ὀρθοδόξου Ἐκκλησίας ἐν τῷ συνόλῳ αὐτῆς.