Παρασκευή 6 Ιανουαρίου 2012

Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω...





Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον, καὶ εἰσερχόμενον ἐπ᾽ αὐτόν.

Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν εἴδει περιστερᾶς κατερχόμενον, καὶ περιϊπτάμενόν σοι.

Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ὁρῶν τὸν Ἀόρατον ὁραθέντα, τὸν Κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ.

Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα, καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερον ἐν τῷ Ἰορδάνῃ ὁρῶντες, αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον, καὶ τὸ τῆς πλάνης κέντρον, καὶ τὸν τοῦ, ᾍδου σύνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα, καὶ Βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον.


(Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων)

Δεν υπάρχουν σχόλια: